Santa Claus special: Doxastikon for Orthros by Konstantinos Pringos

Views: 60
Get Embed Code

in echos plagios protos sung by Vasileios Liakos.

Text of the Doxastikon:

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια,
καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός·
Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν δι' ὀνείρου φρικτῆς ἐπιστασίας,
Βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς,
ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν.
Ποιμένες καὶ Διδάσκαλοι, τόν τοῦ καλοῦ Ποιμένος,
ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν.
οἱ ἐν νόσοις τὸν ἰατρόν,
οἱ ἐν κινδύνοις τὸν ῥύστην,
οἱ ἁμαρτωλοὶ τὸν προστάτην,
οἱ πένητες τὸν θησαυρόν,
οἱ ἐν θλίψεσι τὴν παραμυθίαν·
τὸν συνοδίτην οἱ ὁδοιπόροι,
οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην,
οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα,
μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν·
Πανάγιε Νικόλαε, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

You need to be a member of Musicologie Médiévale to add comments!

Join Musicologie Médiévale

Comments

  • The cult about the bishop has become dissident (Gleisdorf Vesper time)

    YouTube
This reply was deleted.
E-mail me when people leave their comments –